The Holy Scripture
1 Enoch
Chapter XVI
From the days of the slaughter and destruction and death of the giants, from the souls of whose flesh the spirits , having gone forth, shall destroy without incurring judgement -thus shall they destroy until the day of the consummation, the great judgement in which the age shall be consummated, over the Watchers and the godless, yea, shall be wholly consummated."
¹ἀπὸ ἡμέρας σφαγῆς καὶ ἀπωλείας καὶ θανάτου, ἀφʼ ὦν τὰ πνεύματα ἐκπορευόμενα ἐκ τῆς ψυχῆς τῆς σαρκὸς αὐτῶν ἔσται ἀφανίζοντα χωρὶς κρίσεως· οὕτως ἀφανίσουσιν μέ χρις πονηρὰ ἐπὶ τῆς γῆς καλέσουσιν αὐτοός, ὅτι ὴ κατοίκησις αὐτῶν ἔσται ἐπὶ τῆς γῆς. 9 πνεύματα πονηρὰ ἔσονται, τὰ πνεύματα ἐξεληλυθότα ἀπὸ τοῦ σώματος τῆς σαρκὸς αὐτῶν, διότι ἀπὸ τῶν ἀνθρώπων ἐγένοντο, καἰ ἐκ τῶν ἁγίων τῶν ἐγρηγόρων ὴ ἀρχὴ τῆς κτίσεως αὐτῶν καἰ ἀρχὴ θεμελίου· πνεό- 11 ματα πονηρὰ ¹⁰ επὶ τῆς γῆς ἔσονται. ¹¹ τὰ πνεύματα τῶν γιγάντων νεμόμενα, ἀδικοῦντα, ἀφανίζοντα, ἐμπίπτοντα καὶ συμπαλαίοντα καὶ ῤιπτοῦντα ἐπὶ τῆς γῆς καὶ δρόμους ποιοῦντα, καὶ μηδὲν έσθἰοντα, ἀλλ᾿ ἀσιτοῦντα καὶ φάσματα ποιοῦντα καὶ διφῶντα καὶ προσκθπτοντα. 12 καὶ ἐξαναστήσονται τὰ πνεύματα ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων καὶ τῶν γυναικῶν, ὅτι ἐξ αὐτῶν ἐξεληλύθασι, ¹καὶ ἀπὸ ἡμέρας καιροῦ σφαγῆς καὶ ἀπωλείας καὶ θανάτου τῶν γιγάντων ναφηλείμ, οἱ ἰσχυροὶ τῆς γῆς, οἱ μεγάλοι ὀνομαστοί, τὰ πνεύματα τὰ ἐκπορευόμενα ἀπὸ τῆς ψυχῆς αὐτῶν, ὡς ἐκ τῆς σαρκὸς ἔσονται, ἀφανίζοντα χωρὶς κρίσεως· οὔτως ἀφανίσουσι μέχρις ἡμέρας τῆς τελειώσεως, ἡμέρας τελειώσεως, τῆς κρίσεως τῆς μεγάλης, ἐν ἦ ὁ αἰὼν ὁ μέγας τελεσθήσεται.