The Holy Scripture
Tobit
Chapter VIII
And when they had supped, they brought Tobias in unto her.
ὅτε δὲ συνετέλεσαν δειπνοῦντες εἰσήγαγον Τωβιαν πρὸς αὐτήν
And as he went, he remembered the words of Raphael, and took the ashes of the perfumes, and put the heart and the liver of the fish thereupon, and made a smoke [therewith].
ὁ δὲ πορευόμενος ἐμνήσθη τῶν λόγων Ραφαηλ καὶ ἔλαβεν τὴν τέφραν τῶν θυμιαμάτων καὶ ἐπέθηκεν τὴν καρδίαν τοῦ ἰχθύος καὶ τὸ ἧπαρ καὶ ἐκάπνισεν