The Holy Scripture
Epistle of Barnabas
Chapter I
I Bid you greeting, sons and daughters, in the name of the Lord that loved us, in peace.
Χαίρετε, υἱοὶ καὶ θυγατέρες, ἐν ὀνόματι κυρίου τοῦ ἀγαπήσαντος ἡμᾶς, ἐν εἰρήνῃ.
Seeing that the ordinances of God are great and rich unto you, I rejoice with an exceeding great and overflowing joy at your blessed and glorious spirits; so innate is the grace of the spiritual gift that ye have received.
Μεγάλων μὲν ὄντων καὶ πλουσίων τῶν τοῦ θεοῦ δικαιωμάτων εἰς ὑμᾶς, ὑπέρ τι καὶ καθ̓ ὑπερβολὴν ὑπερευφραίνομαι ἐπὶ τοῖς μακαρίοις καὶ ἐνδόξοις ὑμῶν πνεύμασιν: οὕτως ἔμφυτον τῆς δωρεᾶς πνευματικῆς χάριν εἰλήφατε.